Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.258 Joseph. AJ 7.262 (English) >>Joseph. AJ 7.265

7.260ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ· κἀκεῖνος οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην χειροτονῆσαι βασιλέα, καὶ ταῦθʼ ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν κεκληρωμένων. 7.261τὰ δʼ αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν ἀποδοῦναι· προσδοκᾶν δὲ παρʼ αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε. 7.262καὶ οἱ μὲν ἀρχιερεῖς μὲν τοῖς τῆς φυλῆς ἄρχουσι διειλέχθησαν δὲ τὸν Ἀμασὰν ἔπεισαν τὰ παρὰ τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντες ἐγχειρεῖν ταῖς ὑπὲρ αὐτοῦ φροντίσι. καὶ πείθει γε τὴν φυλὴν παραχρῆμα πέμψαι πρὸς Δαυίδην πρέσβεις παρακαλοῦντας εἰς τὴν ἰδίαν αὐτὸν ἐπανελθεῖν βασιλείαν. τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίουν οἱ Ἰσραηλῖται προτρεψαμένου τοῦ Ἀμασᾶ. 7.263

Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.258 Joseph. AJ 7.262 (English) >>Joseph. AJ 7.265

Powered by PhiloLogic